[118] τὴν πέτραν ταύτην ἑτέρωθι συνωνυμίᾳ χρώμενος καλεῖ μάννα, τὸν πρεσβύτατον [M.214] τῶν ὄντων λόγον θεῖον, ὃς ὀνομάζεται τὸ γενικώτατον τί, ἀφ’ οὗ δύο ἐγκρίδες, ἡ μὲν ἐκ μέλιτος, ἡ δὲ ἐξ ἐλαίου, γίνονται, τουτέστιν ἀγωγαὶ δύο σφόδρα ἀδιάκριτοι καὶ σπουδῆς ἄξιαι, κατ’ ἀρχὰς μὲν γλυκύτητα ἐμποιοῦσαι τῶν ἐπιστήμης θεωρημάτων, αὖθις δὲ καὶ φῶς τηλαυγέστατον ἀπαστράπτουσαι τοῖς μὴ ἁψικόρως κραταιῶς δὲ καὶ παγίως ἐξ ἀδιαστάτου καὶ συνεχοῦς ἐπιμονῆς ἐλλαμβανομένοις ὧν ἐρῶσιν. οὗτοι μὲν οὖν, ὡς ἔφην, „ἐπὶ τὴν ἰσχὺν τῆς γῆς ἀναβιβάζονται“ (Deut. 32, 13).