[117] φέρεται δ’ ἡ τῆς θείας σοφίας πηγὴ τοτὲ μὲν ἠρεμαιοτέρῳ καὶ πρᾳοτέρῳ ῥεύματι, τοτὲ δὲ αὖ μετ’ ὀξυτέρου τοῦ τάχους καὶ πλείονος φορᾶς τε καὶ ῥύμης· ὅταν μὲν οὖν ἠρέμα κατέρχηται, μέλιτος γλυκαίνει [33] τὸν τρόπον, ὅταν δὲ μετ’ ὠκύτητος, ἀθρόα ὕλη καθάπερ ἔλαιον ψυχικοῦ γίνεται φωτός.