Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 5

[5] θαυμάσιοι δὲ ἀρεταὶ ἥ τε εὐτολμία καὶ ἡ ἐν τῷ δέοντι παρρησία πρὸς τοὺς ἀμείνους, ὡς καὶ τὸ κωμικὸν ἀψευδῶς μᾶλλον ἢ κωμικῶς εἰρῆσθαι δοκεῖν / ἂν πάνθ’ ὁ δοῦλος ἡσυχάζειν μανθάνῃ, / πονηρὸς ἔσται· μεταδίδου παρρησίας. [cap.2] πότε οὖν ἄγει παρρησίαν οἰκέτης πρὸς δεσπότην;