Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 4

[4] διὸ καὶ Μωυσῆς ἰσχνόφωνος ὁμολογεῖ καὶ βραδύγλωσσος γενέσθαι, ἀφ’ οὗ ἤρξατο ὁ θεὸς αὐτῷ διαλέγεσθαι [1] [2] (Exod. 4, 10). καὶ ἀψευδής ἐστιν ἡ τοῦ προφήτου μαρτυρία· τότε γὰρ εἰκὸς τὸ μὲν φωνητήριον ὄργανον ἐπέχεσθαι, τὸν δὲ κατὰ διάνοιαν λόγον ἀρθρούμενον ἀνυποτάκτῳ φορᾷ χρῆσθαι, νοημάτων οὐ ῥημάτων ἐπάλληλα κάλλη μετ’ εὐτρόχου καὶ ὑψηγόρου δυνάμεως φιλοσοφοῦντα.