[308] ἀλλὰ γὰρ ἔτι τῶν ἀδιαιρέτων καὶ ἀμερίστων λόγων ἐπικρατούντων ταῖς πιθανότησιν, οὓς Ἀμορραίους ἀνακαλεῖ, περιφανεστάτην καὶ ἄσκιον αὐγὴν ἰδεῖν οὐ δυνάμεθα· κλιβάνου δ’ εἱλικρινὲς πῦρ οὐκ ἔχοντος, ἀλλ’ ὡς αὐτὸς ἔφη (Gen. 15,17) καπνιζομένου τρόπον διακείμεθα, σπινθῆρσι μὲν τῆς ἐπιστήμης ὑποτυφόμενοι, μήπω δὲ καθαρῷ πυρὶ δοκιμασθῆναι καὶ κραταιωθῆναι δυνάμενοι.