[307] [cap.61] Λέγει δὲ ἑξῆς· „ἐπεὶ δὲ ἐγίνετο ὁ ἥλιος πρὸς δυσμαῖς, φλὸξ ἐγένετο“ (Gen. 15,17), δηλῶν ὅτι ἀρετὴ πρᾶγμά ἐστιν ὀψίγονον [102] [103] καὶ μήν, ὡς ἔφασάν τινες, πρὸς αὐταῖς τοῦ βίου δυσμαῖς βεβαιούμενον. ἀρετὴν δὲ ἀπεικάζει φλογί· καθάπερ γὰρ ἡ φλὸξ καίει μὲν τὴν παραβληθεῖσαν ὕλην, φωτίζει δὲ τὸν γείτονα ἀέρα, τὸν αὐτὸν τρόπον ἐμπίπρησι μὲν τὰ ἁμαρτήματα ἡ ἀρετή, φέγγους δὲ τὴν ὅλην ἀναπίμπλησι διάνοιαν.