Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 278

[278] τὸν γὰρ ἀλλοτριωθέντα ἐπιφροσύνῃ θείᾳ πῶς ἦν τοῖς αὐτοῖς εὔλογον οἰκειοῦσθαι πάλιν; πῶς δὲ τὸν ἔθνους καὶ γένους ἑτέρου μέλλοντα ἡγεμόνα ἔσεσθαι προσκληροῦσθαι τῷ παλαιῷ; οὐ γὰρ ἂν ἐχαρίζετο καινὸν τρόπον τινὰ καὶ νέον ἔθνος καὶ γένος αὐτῷ ὁ θεός, εἰ μὴ τοῦ ἀρχαίου κατὰ τὸ παντελὲς ἀπεσχοίνιζεν.