Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 277

[277] μετὰ δὲ τὸ „ἀπελεύσῃ“ γέγραπται τὸ „πρὸς τοὺς πατέρας σου“· ποίους πατέρας, ἄξιον σκέψασθαι. τοὺς μὲν γὰρ ἐν τῇ Χαλδαίων χώρᾳ βεβιωκότας, οἷς μόνοις ἐχρήσατο συγγενέσιν, οὐκ ἂν λέγοι, διὰ τὸ χρησμῷ τῶν ἀφ’ αἵματος ἁπάντων διῳκίσθαι. „εἶπε“ γάρ φησι „κύριος τῷ Ἀβραάμ· ἄπελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου εἰς τὴν γῆν ἥν σοι δείξω· καὶ ποιήσω σε εἰς ἔθνος μέγα“ (Gen. 12,1.2).