[270] κατὰ δὲ τὴν τῆς λύπης δυναστείαν συνάγεται καὶ συστέλλεται φυλλορροούντων καὶ ἀφαυαινομένων τρόπον δένδρων· τὸ γὰρ εὐθαλὲς αὐτῆς καὶ πῖον ἰσχναίνεται. φόβου γε μὴν τυραννήσαντος οὐδεὶς ἔτι μένειν ἀξιοῖ, δρασμῷ δὲ καὶ φυγῇ χρῆται, μόνως ἂν οὕτως σωθήσεσθαι προσδοκῶν· ἐπιθυμία μὲν γὰρ ὁλκὸν ἔχουσα δύναμιν, κἂν φεύγῃ τὸ ποθούμενον, διώκειν [92] [93] ἀναγκάζει, φόβος δ’ ἔμπαλιν ἀλλοτριότητα ἐμποιῶν διοικίζει καὶ μακρὰν τοῦ