Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 269

[269] τετρακόσια δὲ ἔτη γίνεται ἡ δουλεία (Gen. 15, 13) κατὰ τὰς τῶν τεττάρων παθῶν δυνάμεις. ἀρχούσης μὲν γὰρ ἡδονῆς μετεωρίζεται καὶ φυσᾶται τὸ φρόνημα, χαύνῳ [M.512] κουφότητι ἐξαιρόμενον· ὅταν δὲ ἐπιθυμία κρατήσῃ, ἔρως ἐγγίνεται τῶν ἀπόντων καὶ τὴν ψυχὴν ὥσπερ ἀπ’ ἀγχόνης ἐλπίδος ἀτελοῦς ἐκρέμασε· διψῇ μὲν γὰρ ἀεί, πιεῖν δὲ ἀδυνατεῖ ταντάλειον τιμωρίαν ὑπομένουσα.