Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 261

[261] τί δὲ Ἰσαάκ; τί δὲ Ἰακώβ; καὶ γὰρ οὗτοι διά τε ἄλλων πολλῶν καὶ μάλιστα διὰ τῶν εἰς τοὺς ἐκγόνους προσρήσεων ὁμολογοῦνται προφητεῦσαι. τὸ γὰρ „συνάχθητε, ἵνα ἀπαγγείλω τί ἀπαντήσεται ὑμῖν ἐπ’ ἐσχάτῳ τῶν [89] ἡμερῶν“ (Gen. 49, 1) ἐνθουσιῶντος ἦν· ἡ γὰρ τῶν μελλόντων κατάληψις ἀνοίκειος ἀνθρώπῳ. τί δὲ [M.511] Μωυσῆς; οὐ προφήτης ᾄδεται πανταχοῦ;