[260] πάντας γοῦν ὁπόσους ἀνέγραψε δικαίους κατεχομένους καὶ προφητεύοντας εἰσήγαγεν. ὁ Νῶε δίκαιος· ἆρ’ οὐ καὶ εὐθὺς προφήτης; ἢ τὰς εὐχὰς καὶ κατάρας ἃς ἐπὶ ταῖς αὖθις γενεαῖς ἐποιήσατο (Gen. 9,25 ss.) ἔργων ἀληθείᾳ βεβαιωθείσας οὐ κατεχόμενος ἐθέσπισε;