Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 245

[245] δυσμενεῖς μὲν οὖν ἄσπονδοι καὶ ἀκατάλλακτοι γράφονται ψυχῆς ἀφροσύναι καὶ ἀκολασίαι δειλίαι τε καὶ ἀδικίαι καὶ ὅσαι ἄλλαι ἐκ πλεοναζούσης ὁρμῆς εἰώθασι φύεσθαι ἄλογοι ἐπιθυμίαι, σκιρτῶσαι καὶ ἀπαυχενίζουσαι καὶ τὸν εὐθὺν δρόμον τῆς διανοίας ἐπέχουσαι, πολλάκις [M.508] δὲ καὶ τὸ σύμπαν αὐτῆς σχῆμα σπαράττουσαί τε καὶ καταβάλλουσαι.