[244] ἐπειδὴ γὰρ καὶ τὰ οἰκεῖα ὑπὸ ἐμφυλίου στάσεως διειστήκει καὶ τὰ ἐχθρὰ στίφη διεφέρετο, βουλὴν ἁπάντων συναγαγὼν ἐσκόπει περὶ τῶν διαφόρων, ἵν’, εἰ δύναιτο, πειθοῖ χρώμενος καὶ τὸν ξενικὸν πόλεμον καταλύσαι καὶ τὴν ἐμφύλιον ταραχὴν ἀνέλοι. τοὺς μὲν γὰρ ὥσπερ νέφος ἐπιρράξαντας ἀκαταλλάκτως ἔχοντας λυσιτελὲς ἦν ἀποσκεδάσαι, τοῖς δὲ τὴν παλαιὰν συγγένειαν οἰκειώσασθαι.