Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 225

[225] ἐπίγειον οὖν βουληθεὶς ἀρχετύπου τῆς κατ’ οὐρανὸν σφαίρας ἑπταφεγγοῦς μίμημα παρ’ ἡμῖν ὁ τεχνίτης γενέσθαι πάγκαλον ἔργον προσέταξε, τὴν λυχνίαν, δημιουργηθῆναι. δέδεικται δὲ καὶ ἡ πρὸς ψυχὴν ἐμφέρεια αὐτῆς· ψυχὴ γὰρ τριμερὴς μέν ἐστι, δίχα δὲ ἕκαστον τῶν μερῶν, ὡς ἐδείχθη, τέμνεται, μοιρῶν [76] δὲ γενομένων ἓξ ἕβδομος εἰκότως τομεὺς ἦν ἁπάντων ὁ ἱερὸς καὶ θεῖος λόγος.