[224] τὴν δὲ τῶν πλανήτων τάξιν ἄνθρωποι παγίως μὴ κατειληφότες — τί δ’ ἄλλο τῶν κατ’ οὐρανὸν ἴσχυσαν κατανοῆσαι βεβαίως; — εἰκοτολογοῦσιν, ἄριστα δ’ ἐμοὶ στοχάζεσθαι δοκοῦσιν οἱ τὴν μέσην ἀπονενεμηκότες ἡλίῳ τάξιν, τρεῖς μὲν ὑπὲρ αὐτὸν καὶ μετ’ αὐτὸν τοὺς ἴσους εἶναι λέγοντες, ὑπὲρ αὐτὸν μὲν φαίνοντα, φαέθοντα, πυρόεντα, εἶθ’ ἥλιον, μετ’ αὐτὸν δὲ στίλβοντα, φωσφόρον, τὴν ἀέρος γείτονα σελήνην.