Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 159

[159] τίμιον δ’ οὐδὲν τῶν ἐν ὕλαις παρὰ θεῷ· διὸ τῆς αὐτῆς μετέδωκε πᾶσι τέχνης ἐξ ἴσου. παρὸ καὶ ἐν ἱεραῖς γραφαῖς λέγεται· „εἶδεν ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησεν, καὶ ἰδοὺ καλὰ λίαν“ (Gen. 1, 31), τὰ δὲ τοῦ αὐτοῦ τυγχάνοντα ἐπαίνου παρὰ τῷ ἐπαινοῦντι πάντως ἐστὶν ἰσότιμα.