Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 158

[158] ἐπεὶ καὶ ὅσοι τῶν τεχνιτῶν εἰσι δόκιμοι, ἃς ἂν παραλάβωσιν ὕλας, εἴτε πολυτελεῖς εἶεν εἴτε καὶ εὐτελέσταται, δημιουργεῖν ἐθέλουσιν ἐπαινετῶς. ἤδη δέ τινες καὶ προσφιλοκαλοῦντες τὰ ἐν ταῖς εὐτελεστέραις οὐσίαις τεχνικώτερα τῶν ἐν ταῖς πολυτελέσιν εἰργάσαντο βουληθέντες προσθήκῃ τοῦ ἐπιστημονικοῦ τὸ κατὰ τὴν ὕλην ἐνδέον ἐπανισῶσαι.