Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 152

[152] ἀναλογίᾳ δὲ σχεδὸν τὰ πάντα ἐστὶν ἴσα, μικρά τε αὖ καὶ μεγάλα ὅσα ἐν τῷ παντὶ κόσμῳ. λέγουσι γὰρ οἱ ἀκριβέστατα περὶ τῶν τῆς φύσεως ἐξητακότες, ὅτι ἀναλογίᾳ μὲν ἴσα τὰ τέτταρα στοιχεῖά ἐστιν, ἀναλογίᾳ δὲ καὶ ὁ κόσμος ἅπας κραθεὶς τὸ ἴσον ἑκάστῳ τῶν μερῶν ἀπονεμούσῃ συνέστη τε καὶ συσταθεὶς εἰς ἅπαν διαμένει·