Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 151

[151] [cap.30] τὸ παραπλήσιον μέντοι καὶ ἐν τοῖς μέρεσι τῶν ζῴων καὶ μάλιστα ἀνθρώπων θεωρεῖται. ποὺς γὰρ ποδὶ καὶ χεὶρ χειρὶ καὶ τὰ ἄλλα σχεδὸν ἅπαντα ἴσα μεγέθει, τὰ ἐπὶ δεξιὰ τοῖς κατ’ εὐώνυμα. τὰ δ’ ἴσα δυνάμει πάμπολλά ἐστιν ἔν τε ξηροῖς καὶ ὑγροῖς, ὧν ἡ ἐπίκρισις ἐν μέτροις καὶ πλάστιγξι καὶ τοῖς παραπλησίοις θεωρεῖται.