Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 147

[147] μεγέθει δ’ ἴσα ἐν οὐρανῷ μὲν τοὺς παραλλήλους κύκλους, τούς τε ἰσημερινούς, ἐαρινὸν καὶ μετοπωρινόν, καὶ τοὺς τροπικούς, θερινόν τε καὶ χειμερινόν, ἐπὶ γῆς δὲ ζώνας, δύο μὲν ἴσας ἀλλήλαις, αἳ πρὸς τοῖς πόλοις εἰσὶ κατεψυγμέναι καὶ διὰ τοῦτ’ ἀοίκητοι, δύο δὲ τὰς μεθορίους τούτων τε καὶ τῆς διακεκαυμένης, ἃς δι’ εὐκρασίαν φασὶν οἰκεῖσθαι, τὴν μὲν πρὸς τοῖς νοτίοις, τὴν δὲ πρὸς τοῖς βορείοις κειμένην.