Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 146

[146] τάλαντον εἰσενεγκόντι δόξαι ἂν ἐπιδεδωκέναι τὸ ἴσον. [cap.29] τούτων προϋποτυπωθέντων ἴδε πῶς μέσα διελὼν ἴσα διεῖλε κατὰ πάσας τὰς ἰσότητος ἰδέας ἐν τῇ τοῦ παντὸς οὐρανοῦ γενέσει. ἀριθμῷ μὲν οὖν ἴσα τὰ βαρέα τοῖς κούφοις ἔτεμνε, δύο δυσί, γῆν καὶ ὕδωρ, τὰ βάρος ἔχοντα, τοῖς φύσει κούφοις, ἀέρι καὶ πυρί, καὶ πάλιν ἓν ἑνί, τὸ μὲν ξηρότατον τῷ ὑγροτάτῳ, γῆν ὕδατι, τὸ δὲ ψυχρότατον τῷ θερμοτάτῳ, πυρὶ ἀέρα, τὸν αὐτὸν δὲ τρόπον καὶ σκότος φωτὶ καὶ ἡμέραν νυκτὶ καὶ χειμῶνι θέρος καὶ ἔαρι μετόπωρον καὶ ὅσα τούτων συγγενῆ·