[143] ἰσότητος δὲ οὐδὲν γενητὸν αἴτιον ἀδεκάστῳ λόγῳ τῆς ἀληθείας εὑρίσκεται. ἔοικεν οὖν ὁ θεὸς μόνος ἀκριβοδίκαιος εἶναι καὶ μέσα μόνος δύνασθαι διαιρεῖν τά τε σώματα καὶ πράγματα, ὡς μηδὲν τῶν τμημάτων μηδ’ ἀκαρεῖ καὶ ἀμερεῖ τινι πλέον ἢ ἔλαττον γενέσθαι, τῆς δ’ ἀνωτάτω καὶ ἄκρας ἰσότητος μεταλαχεῖν ἰσχῦσαι.