Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 142

[142] ἄνθρωπος μὲν [49] οὖν οὐδεὶς δύναιτ’ ἀκριβῶς ἄν ποτε εἰς ἴσα διελεῖν οὐδέν, ἀλλ’ ἀνάγκη τῶν τμημάτων τὸ ἕτερον ἐνδεῖν ἢ περιττεύειν, καὶ εἰ μὴ μείζονι, ἀλλά τοι βραχεῖ μέρει πάντως, ὃ τάχα τὴν αἴσθησιν ἐκφεύγει τοῖς ἁδρομερεστέροις ἐκ φύσεως καὶ ἔθους προσβάλλουσαν ὄγκοις, τοὺς δὲ ἀτόμους καὶ ἀμερεῖς καταλαβεῖν ἀδυνατοῦσαν.