Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 137

[137] ὥσπερ δὲ τὰ ὁλοσχερῆ, οὕτω καὶ τὰ κατὰ μέρος ἔτεμνεν, ὧν τὰ μὲν ἄψυχα, τὰ δ’ ἔμψυχα ἦν· καὶ τῶν ἀψύχων τὰ μὲν ἐν ταὐτῷ μένοντα, ὧν δεσμὸς ἕξις, τὰ δ’ οὐ μεταβατικῶς, ἀλλ’ αὐξητικῶς κινούμενα, ἃ φύσις ἡ ἀφάνταστος ἐζῴου· καὶ τούτων τὰ μὲν τῆς ἀγρίας ὕλης οἰστικὰ ἀγρίων καρπῶν, οἳ τροφὴ θηρίοις εἰσίν, τὰ δὲ τῆς ἡμέρου, ὧν γεωργία τὴν προστασίαν καὶ ἐπιμέλειαν ἔλαχε· τίκτει δὲ καρποὺς τῷ πάντων ἡμερωτάτῳ ζῴων πρὸς ἀπόλαυσιν, ἀνθρώπῳ.