Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 136

[136] ἕκαστον δὲ τούτων ἄλλας τομὰς ἐδέχετο· γῆ μὲν γὰρ εἰς ἠπείρους καὶ νήσους διῃρεῖτο, ὕδωρ δὲ εἰς θάλασσαν καὶ ποταμοὺς καὶ ὅσον πότιμον, ἀὴρ δὲ εἰς τὰς θέρους καὶ χειμῶνος τροπάς, πῦρ δὲ [48] εἰς τὸ χρειῶδες — ἄπληστον δ’ ἐστὶ καὶ φθαρτικὸν τοῦτο — καὶ κατὰ τοὐναντίον εἰς τὸ σωτήριον, ὅπερ εἰς τὴν οὐρανοῦ σύστασιν ἀπεκληροῦτο.