[129] δεῖγμα ἐναργέστατον· „ἔλαβεν δὲ“ φησίν „αὐτῷ πάντα ταῦτα“ (Gen. 15, 10). τοῦτ’ ἔπαινός ἐστι τοῦ σπουδαίου, τὴν ἱερὰν ὧν ἔλαβε παρακαταθήκην, ψυχῆς, αἰσθήσεως, λόγου, θείας σοφίας, ἀνθρωπίνης ἐπιστήμης, καθαρῶς καὶ ἀδόλως μὴ ἑαυτῷ, μόνῳ δὲ τῷ πεπιστευκότι φυλάξαντος.