Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 128

[128] ἀσμενίζουσα· περιστερᾷ ταύτην ἀπεικάζουσιν. [cap.26] ταύτας μοι δοκεῖ τὰς ἀρετὰς Μωυσῆς αἰνιξάμενος μαίας Ἑβραίων ὀνομάσαι Σεπφώραν τε καὶ Φουάν (Exod. 1, 15)· ἡ μὲν γὰρ ὀρνίθιον, Φουὰ δὲ ἐρυθρὸν ἑρμηνεύεται. τῆς μὲν οὖν θείας ἐπιστήμης ὄρνιθος τρόπον τὸ αἰεὶ μετεωροπολεῖν ἴδιον, τῆς δὲ ἀνθρωπίνης αἰδῶ καὶ σωφροσύνην ἐμποιεῖν, ὧν τὸ ἐρυθριᾶν ἐφ’ οἷς ἄξιον.