Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 125

[125] [cap.25] Λελαληκότες οὖν τὰ πρέποντα περὶ τούτων ἀναδράμωμεν ἐπὶ τὰ ἐξ ἀρχῆς· ὑπερεθέμεθα γὰρ πολλὰ τῶν ὀφειλόντων ἀκριβωθῆναι. „λάβε μοι“ φησί „δάμαλιν“ ἄζυγα καὶ ἀκάκωτον, ἁπαλὴν ἔτι καὶ νέαν καὶ σφριγῶσαν, ἡνιόχησιν καὶ παιδείαν καὶ ἐπιστασίαν εὐμαρῶς δέξασθαι δυναμένην ψυχήν· „λάβε μοι κριόν,“ λόγον ἀγωνιστὴν καὶ τέλειον, ἱκανὸν μὲν τὰ σοφίσματα τῶν ἀντιδοξούντων ἀνατεμεῖν τε καὶ λῦσαι, ἱκανὸν δὲ καὶ ἀσφάλειαν ὁμοῦ καὶ εὐκοσμίαν τῷ χρωμένῳ περιποιῆσαι·