[124] „ἰδοὺ“ γάρ φησιν „εἴληφα τοὺς Λευίτας ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν Ἰσραήλ· λύτρα αὐτῶν ἔσονται“ (Num. 3, 12). οὐκοῦν λαμβάνομεν καὶ δίδομεν, ἀλλὰ κυρίως μὲν λαμβάνομεν, καταχρηστικῶς δὲ διδόναι λεγόμεθα δι’ ἃς αἰτίας εἶπον. εὐθυβόλως δὲ λύτρα ὠνόμασε τοὺς Λευίτας· εἰς ἐλευθερίαν γὰρ οὐδὲν οὕτως ἐξαιρεῖται τὴν διάνοιαν ὡς τὸ πρόσφυγα καὶ ἱκέτην γενέσθαι θεοῦ. τοῦτο δ’ ἡ ἱερωμένη φυλὴ Λευιτῶν ἐπαγγέλλεται.