[116] τέχναις δὲ καὶ ἐπιστήμαις οὐ πηγὴ καὶ ῥίζα καὶ θεμέλιοι καὶ εἴ τι ἄλλο πρεσβυτέρας ὄνομα ἀρχῆς ὑπόκειται ἡ φύσις, ᾗ πάντ’ ἐποικοδομεῖται τὰ καθ’ ἑκάστην θεωρήματα; φύσεως δὲ μὴ προϋποκειμένης ἀτελῆ τὰ πάντα. ἐνθένδε μοι δοκεῖ τις ὁρμηθεὶς εὐστόχως εἰπεῖν / ἀρχὴ δέ τοι ἥμισυ παντός, ἀρχὴν αἰνιξάμενος τὴν φύσιν, ἥτις ὡσανεὶ ῥίζα καταβέβληται πρὸς τὴν ἑκάστου συναύξησιν, ᾗ καὶ τὸ ἥμισυ τοῦ παντὸς ἀπένειμεν.