Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 115

[115] θεὸν ἐξετάζονται μόνον. ἐρεύνησον δέ, εἰ θέλεις γνῶναι, ἕκαστα, φυτά, ζῷα, τέχνας, ἐπιστήμας. ἆρ’ οὖν αἱ πρῶται τῶν φυτῶν σπερματικαὶ καταβολαὶ γεωργίας ἢ τῆς ἀοράτου φύσεώς εἰσιν ἀόρατα ἔργα; τί δ’ αἱ ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων γενέσεις; οὐχ ὡσανεὶ μὲν συναιτίους ἔχουσι τοὺς τοκέας, τὴν δ’ ἀνωτάτω καὶ πρεσβυτάτην καὶ ὡς ἀληθῶς αἰτίαν τὴν φύσιν;