Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 52

[52] [cap.8] Τοιούτοις κατεπῇδεν ὁ δυστυχής, ὥστε βελτιῶσαι τὸν Γάιον. ὁ δὲ φίλερις καὶ φιλόνεικος ὢν ἐπὶ τἀναντία τὴν διάνοιαν ἔτρεπεν, ὥσπερ εἰς ἐκεῖνα παρακληθείς, καὶ τὸν σωφρονιστὴν ἄντικρυς ἀπεθάρρει δυσωπεῖν, ἔστι δὲ ὅτε καὶ πόρρωθεν ἀφικνούμενον ὁρῶν πρὸς τοὺς πλησίον ταυτὶ διελάλει·