Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 51

[51] ἄλλοι μὲν γὰρ ἄλλων ἔρανοι, οὓς ἀναγκαίως εἰσφέρουσιν ἰδιῶται κατὰ πόλεις· ἄρχοντι δὲ οἰκειότατος ἔρανος, βουλὰς ἀγαθὰς εἰσηγεῖσθαι περὶ τῶν ὑποτεταγμένων καὶ πράττειν τὰ βουλευθέντα ὀρθῶς καὶ ἀταμίευτα προφέρειν τὰ ἀγαθὰ πλουσίᾳ χειρὶ καὶ γνώμῃ, πλὴν ὅσα κατὰ πρόνοιαν τῆς εἰς τὸ μέλλον ἀδηλότητος ἄξιον παραφυλάττειν."