Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 43

[43] πολλάκις δὲ καὶ ἐπικλίνας πρὸς οὖς, ἵνα μὴ κατακούοι τις ἕτερος, ἡσυχῇ καὶ πρᾴως ἐνουθέτει φάσκων· "οὐδενὶ τῶν παρόντων ἀλλ’ οὐδὲ τῶν ἄλλων ἀνθρώπων ὅμοιον εἶναί σε δεῖ, οὔτε ἐν θεάμασιν οὔτε ἐν ἀκούσμασιν οὔτε ἐν τοῖς ἄλλοις ἅπασιν ὅσα κατὰ τὰς αἰσθήσεις, ἀλλὰ προφέρειν ἐπὶ τοσοῦτον ἐν ἑκάστῳ τῶν περὶ τὸν βίον, ἐφ’ [15] [16] [17] [18] ὅσον καὶ ταῖς εὐτυχίαις διενήνοχας.