Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 42

[42] ὁπότε οὖν ἢ καταδαρθόντα ἐν συμποσίῳ θεάσαιτο, περιανίστη στοχαζόμενος ἅμα μὲν τοῦ πρέποντος ἅμα δὲ καὶ τῆς ἀσφαλείας — εὐεπιβούλευτον γὰρ ὁ κοιμώμενος —, ἤ τινας ἐκμανῶς ὀρχηστὰς ὁρῶντα ἢ ἔστιν ὅτε συνορχούμενον ἢ ἐπὶ μίμοις αἰσχρῶν καὶ σκωμμάτων μὴ ὑπομειδιῶντα σεμνότερον ἀλλὰ μειρακιωδέστερον καγχάζοντα ἢ κιθαρῳδῶν ἢ χορῶν τῆς ἐμμελείας ἡττώμενον, ἔστιν ὅπου καὶ συνᾴδοντα, ἔνυττε πλησίον καθεζόμενος ἢ κατακεκλιμένος καὶ ἐπέχειν ἐπειρᾶτο.