Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 353

[353] σαρκάζων γὰρ ἅμα καὶ σεσηρὼς „ὑμεῖς“ εἶπεν „ἐστὲ οἱ θεομισεῖς, οἱ θεὸν μὴ νομίζοντες εἶναί με, τὸν ἤδη παρὰ πᾶσι τοῖς ἄλλοις ἀνωμολογημένον, ἀλλὰ τὸν ἀκατονόμαστον ὑμῖν;“ καὶ ἀνατείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεφήμιζε πρόσρησιν, ἣν οὐδὲ ἀκούειν θεμιτόν, οὐχ ὅτι διερμηνεύειν αὐτολεξεί.