[352] βούλεσθαι γὰρ μετὰ ἀκριβείας ἑκάστην ἰδεῖν. ἡμεῖς δὲ ὡς αὐτὸν εἰσαχθέντες ἅμα τῷ θεάσασθαι μετ’ αἰδοῦς καὶ εὐλαβείας τῆς ἁπάσης νεύοντες εἰς τοὔδαφος ἐδεξιούμεθα, Σεβαστὸν Αὐτοκράτορα προσειπόντες· [94] [95] ὁ δὲ οὕτως ἐπιεικῶς καὶ φιλανθρώπως ἀντιπροσηγόρευσεν, ὡς μὴ μόνον τὴν ὑπόθεσιν ἀλλὰ καὶ τὸ ζῆν ἀπογνῶναι.