Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 350

[350] δικαστοῦ μὲν γὰρ ἔργα ταῦτα ἦν· καθίσαι μετὰ συνέδρων ἀριστίνδην ἐπιλελεγμένων, ἐξεταζομένης ὑποθέσεως μεγίστης ἐν τετρακοσίοις ἔτεσιν ἡσυχασθείσης καὶ νῦν πρῶτον εἰσαγομένης ἐπὶ μυριάσι πολλαῖς τῶν Ἀλεξανδρέων Ἰουδαίων, ἑκατέρωθεν στῆναι τοὺς ἀντιδίκους μετὰ τῶν συναγορευσόντων, ἐν μέρει μὲν ἀκοῦσαι τῆς κατηγορίας, ἐν μέρει δὲ τῆς ἀπολογίας πρὸς μεμετρημένον ὕδωρ, ἀναστάντα βουλεύσασθαι μετὰ τῶν συνέδρων, τί χρὴ φανερῶς ἀποφήνασθαι γνώμῃ τῇ δικαιοτάτῃ· τυράννου δὲ ἀμειλίκτου δεσποτικὴν ὀφρὺν ἐπανατειναμένου τὰ πραχθέντα.