Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 349

[349] [cap.44] Ἄξιον δὲ ἐπιμνησθῆναι καὶ ὧν εἴδομέν τε καὶ ἠκούσαμεν μεταπεμφθέντες ἀγωνίσασθαι τὸν περὶ τῆς πολιτείας ἀγῶνα. εἰσελθόντες γὰρ εὐθὺς ἔγνωμεν ἀπὸ τοῦ βλέμματος καὶ τῆς κινήσεως, ὅτι οὐ πρὸς δικαστὴν ἀλλὰ κατήγορον ἀφίγμεθα, τῶν ἀντιτεταγμένων μᾶλλον ἐχθρόν.