[323] ἐὰν καταλέγωμαι τὰς εἰς ἐμαυτὸν ἐκ σοῦ γενομένας εὐεργεσίας, ἐπιλείψει με ἡ ἡμέρα, πρὸς τῷ μηδὲ ἁρμόττον εἶναι προηγούμενον ἔργον πάρεργον ἑτέρου ποιεῖσθαι λόγου· κἂν ἡσυχάζω μέντοι, τὰ πράγματα αὐτὰ βοᾷ καὶ φωνὴν ἀφίησιν. ἔλυσάς με σιδήρῳ δεδεμένον· τίς οὐκ οἶδεν;