[322] παρακλητεύουσι τοῖς νόμοις αὐτοκράτορες πρὸς αὐτοκράτορα, Σεβαστοὶ πρὸς Σεβαστόν, πάπποι καὶ πρόγονοι πρὸς ἔκγονον, πλείους πρὸς ἕνα, μονονουχὶ φάσκοντες· ἐν ταῖς ἡμετέραις βουλήσεσιν ἃ μέχρι καὶ τήμερον ἐφυλάχθη νόμιμα μὴ καθέλῃς· καὶ γὰρ εἰ μηδὲν ἐκ τῆς καταλύσεως αὐτῶν ἀπαντηθείη παλίμφημον, ἀλλ’ ἥ γε τοῦ μέλλοντος ἀδηλότης καὶ τοῖς θαρραλεωτάτοις, εἰ μὴ καταφρονηταὶ τῶν θείων εἰσίν, οὐ παντελῶς ἐστιν ἄφοβος.