Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 311

[311] ἡ ψυχὴ τοῖς οἰκείοις ἀνατρέφοιτο. [cap.40] τεκμηρίοις δὲ ἀφθόνοις πιστώσασθαι δυνάμενος τὸ βούλημα τοῦ Σεβαστοῦ προπάππου σου δυσὶν ἀρκεσθήσομαι. τὸ μὲν γὰρ πρῶτον ἐπέστειλε τοῖς ἐπιτρόποις τῶν κατὰ τὴν Ἀσίαν ἐπικρατειῶν, πυθόμενος ὀλιγωρεῖσθαι τὰς ἱερὰς ἀπαρχάς, ἵνα ἐπιτρέπωσι τοῖς Ἰουδαίοις μόνοις εἰς τὰ συναγώγια συνέρχεσθαι·