[310] οὐκ ἀκοῇ πυνθανόμενος τὰ περὶ τὸ ἱερὸν καὶ ὅτι οὐδέν ἐστιν ἀφίδρυμα ἐν αὐτῷ χειρόκμητον, ὁρατὸν ἀοράτου μίμημα φύσεως, ἐθαύμαζε καὶ προσεκύνει, φιλοσοφίας οὐκ ἄκροις χείλεσι γευσάμενος ἀλλ’ ἐπὶ πλέον ἑστιαθεὶς καὶ σχεδόν τι καθ’ ἑκάστην ἡμέραν ἑστιώμενος, τὰ μὲν μνήμαις ὧν ἡ διάνοια προμαθοῦσα τὰ φιλοσοφίας ἀνεπόλει, τὰ δὲ καὶ ταῖς τῶν συνόντων ἀεὶ λογίων συνδιαιτήσεσι; κατὰ γὰρ τὰς ἐν δείπνῳ συνουσίας ὁ πλεῖστος χρόνος ἀπενέμετο τοῖς ἀπὸ παιδείας, ἵνα μὴ τὸ σῶμα μόνον ἀλλὰ καὶ