[300] ἐπεὶ δὲ ᾔσθοντο οἱ πολλοί — καὶ περιβόητον ἦν ἤδη τὸ πρᾶγμα —, προστησάμενοι τούς τε βασιλέως υἱεῖς τέτταρας οὐκ ἀποδέοντας τό τε ἀξίωμα καὶ τὰς τύχας βασιλέων καὶ τοὺς ἄλλους ἀπογόνους καὶ τῶν παρ’ αὐτοῖς τοὺς ἐν τέλει παρεκάλουν τὸ νεωτερισθὲν περὶ τὰς ἀσπίδας εἰς ἐπανόρθωσιν ἀγαγεῖν καὶ μὴ κινεῖν ἔθη πάτρια τὸν πρὸ τοῦ πάντα αἰῶνα διαφυλαχθέντα καὶ πρὸς βασιλέων καὶ πρὸς αὐτοκρατόρων ἀκίνητα.