[299] [cap.38] ἔχω δέ τι καὶ φιλοτίμημα αὐτοῦ προσδιηγήσασθαι, καίτοι μυρίων ἀπολελαυκὼς ὅτε ἔζη κακῶν· ἀλλὰ τἀληθὲς φίλον καὶ σοὶ τίμιον. Πιλᾶτος ἦν τῶν ὑπάρχων ἐπίτροπος ἀποδεδειγμένος τῆς Ἰουδαίας· οὗτος οὐκ ἐπὶ τιμῇ Τιβερίου μᾶλλον ἢ ἕνεκα τοῦ λυπῆσαι τὸ πλῆθος ἀνατίθησιν ἐν τοῖς κατὰ τὴν ἱερόπολιν Ἡρῴδου βασιλείοις ἐπιχρύσους ἀσπίδας μήτε [M.590] μορφὴν ἐχούσας μήτε ἄλλο τι τῶν ἀπηγορευμένων, ἔξω τινὸς ἐπιγραφῆς ἀναγκαίας, ἣ δύο ταῦτα ἐμήνυε, τόν τε ἀναθέντα καὶ ὑπὲρ οὗ ἡ ἀνάθεσις.