Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 232

[232] πρῶτον τὸ ἡμέτερον ἱερὸν ἐδέξατο τὰς ὑπὲρ τῆς ἀρχῆς Γαΐου θυσίας, ἵνα πρῶτον ἢ καὶ μόνον ἀφαιρεθῇ τῆς θρησκείας τὸ πάτριον; ἐξιστάμεθα τῶν πόλεων, παραχωροῦμεν τῶν οἰκιῶν καὶ κτημάτων, ἔπιπλα καὶ χρήματα καὶ κειμήλια καὶ τὴν ἄλλην ἅπασαν λείαν εἰσοίσομεν ἑκόντες· λαμβάνειν, οὐ διδόναι, ταῦτα νομιοῦμεν.