[231] Γαΐῳ παραλαβόντι τὴν ἡγεμονίαν πρῶτοι τῶν κατὰ Συρίαν ἁπάντων ἡμεῖς συνήσθημεν, Οὐιτελλίου τότε, παρ’ οὗ διεδέξω τὴν ἐπιτροπήν, ἐν τῇ πόλει διατρίβοντος, ᾧ τὰ περὶ τούτων ἐκομίσθη γράμματα, καὶ ἀπὸ τῆς ἡμετέρας πόλεως εὐαγγελιουμένη πρὸς τὰς ἄλλας ἔδραμεν ἡ φήμη.