Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 223

[223] ᾤετο γάρ, εἰ προμαλάξειε τούτους, δυνήσεσθαι δι’ αὐτῶν καὶ τὴν ἄλλην πληθὺν ἅπασαν ἀναδιδάξαι μὴ ἐναντιοῦσθαι· γνώμης δέ, ὡς εἰκός, διημάρτανε. πληχθέντας γάρ φασιν ὑπὸ τῶν πρώτων ῥημάτων εὐθὺς αὐτοὺς ἀήθους κακοῦ διηγήσει καταπαγῆναι καὶ ἀχανεῖς γενομένους φοράν τινα δακρύων ὥσπερ ἀπὸ πηγῶν ἀθρόαν ἐκχεῖν, τὰ γένεια καὶ τὰς τρίχας τῆς κεφαλῆς τίλλοντας καὶ τοιαῦτα ἐπιλέγοντας·