Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 222

[222] μεταπεμψάμενος οὖν ὁ Πετρώνιος δημιουργοὺς τῶν ἐν Φοινίκῃ τοὺς φρονιμωτάτους δίδωσι [63] τὴν ὕλην· οἱ δὲ ἐν Σιδῶνι εἰργάζοντο. μεταπέμπεται δὲ καὶ τοὺς ἐν τέλει τῶν Ἰουδαίων ἱερεῖς τε καὶ ἄρχοντας, ἅμα μὲν δηλώσων τὰ ἀπὸ Γαΐου, ἅμα δὲ καὶ συμβουλεύσων ἀνέχεσθαι τῶν ὑπὸ τοῦ δεσπότου προσταττομένων καὶ τὰ δεινὰ πρὸ ὀφθαλμῶν λαμβάνειν· εὐτρεπεῖς γὰρ εἶναι τῶν κατὰ Συρίαν στρατιωτικῶν δυνάμεων τὰς μαχιμωτέρας, αἳ πᾶσαν τὴν χώραν καταστορέσουσι νεκρῶν.